Перевод: со всех языков на все языки

со всех языков на все языки

τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς

  • 1 τις

    τῐς (τις, τινός, τινί, τινα), τινές; τι, τινί, τι.) A subs.
    1 anyone, anything
    a εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν (τι supp. byz., om. codd.: κε Turyn.: λελαθέμεν Mommsen) O. 1.64 τά κέ τις ἀνώνυμον γῆρας ἕψοι; O. 1.82 τί δέ τις; τί δ' οὔ τις; P. 8.95

    συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει N. 3.40

    ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.71

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.32

    μαθὼν δέ τις ἀνερεῖ N. 7.68

    ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν N. 8.19

    ἐμπείρων δέ τις ταρβεῖ fr. 110.
    b c. neg.

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν εὗρεν O. 12.7

    πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς μή τινα λειπόμενον μένειν P. 4.185

    μήτ' ὦν τινι πῆμα πορών P. 4.297

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν P. 5.54

    οὔτε τι μεμπτὸν οὔτ' ὦν μεταλλακτόν (sc. τῶν ἐπὶ ταῖς τραπέζαις) fr. 220. 1.
    c c. gen.

    ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν O. 1.52

    add. neg., O. 12.7, P. 1.49, P. 3.103, fr. 109.
    2 someone, something
    a

    τὰ δ' ἀλιτρὰ κατὰ γᾶς δικάζει τις O. 2.59

    ἄπονον δ' ἔλαβον χάρμα παῦροί τινες O. 10.22

    ἔπορε μόχθῳ βραχύ τι τερπνόν O. 10.93

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα (codd.: ποίνιμος coni. Spiegel) P. 2.17 [ τινες ἑλκόμενοι (coni. Sheppard: τινος codd.) P. 2.90]

    ἤ τινα Λατοίδα κεκλημένον ἢ πατέρος P. 3.67

    ὁ δὲ καλόν τι νέον λαχὼν P. 8.88

    τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν P. 9.89

    ἐμὲ δ' οὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος P. 9.103

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει τὸ δ οὔπω P. 12.31

    ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν N. 3.32

    ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.23

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον I. 8.8

    ὁ δὲ καλόν τι πονήσαις Pae. 2.66

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; Pae. 9.6

    μνάσει δὲ καί τινα ναίο[ν]θ' ἑκὰς ἡρωίδος θεαρίας (may refer to a particular person or generally to absentees, Lobel) Πα. 1. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος fr. 217. c. impv.,

    μακρά μοι αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις N. 5.20

    ἐγκιρνάτω τίς μιν N. 9.50

    μαρνάσθω τις I. 5.54

    Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων ἀνεγειρέτω κῶμον I. 8.1

    cf. fr. 109, I. 8.66, Pae. 1.2
    b c. gen.

    ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων O. 1.47

    εἰ δέ τις ἤδη λέγει ἕτερόν τιν' ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον P. 2.60

    ὀπιζομένων δ' ἔμπας τις εἶπεν καὶ τόδε P. 4.86

    καί τινα σὺν πλαγίῳ ἀνδρῳν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ (v. Radt, Mnem., 1966, 169) N. 1.64

    ποντίαν χρυσαλακάτων τινὰ Νηρείδων πράξειν ἄκοιτιν N. 5.36

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.66

    πλέον τι λαχών (sc. Ζεύς) fr. 35a. τῶ[ν.. Λο]κρῶν τις fr. 140b. 4.
    3
    a εἴ τις, cf. B. c, C. a.

    εἰ δέ μιν ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει O. 5.23

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    φιάλαν ὡς εἴ τις δωρήσεται O. 7.1

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι O. 11.4

    ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει P. 2.58

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    εἰ γάρ τις ὄζους ἐξερείψειεν P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    εἰ γάρ τις ἐσλὰ πέπαται P. 8.73

    εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις P. 9.93

    εἴ τις ἄκρον ἑλὼν ὕβριν ἀπέφυγεν ( εἴ τις codd.: τίς Homan) P. 11.55

    εἰ δὲ τύχῃ τις ἔρδων N. 7.11

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον I. 1.67

    εἴ τις ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    τὰ μακρὰ δ' εἴ τις παπταίνει I. 7.43

    εἰ δέ τις ἀρκέων φίλοις, ἐχθροῖσι τραχὺς ὑπαντιάζει Pae. 2.31

    c. gen.,

    λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος P. 3.86

    εἰ δὲ νόῳ τις ἔχει θνατῳν ἀλαθείας ὁδόν P. 3.103

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.10

    b

    ὁπόταν τις τὺ δ' ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ P. 8.8

    4
    a

    πᾶς τις γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται I. 1.49

    b τις, many a one

    ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει N. 8.24

    c. gen.,

    καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν P. 2.51

    [cf. N. 1.64] ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι, τοὺς δὲ πολυχρύσοις θαλάμοις βιοτά, τέρπεται δὲ καί τις ἐπ οἶδμ ἅλιον ναὶ θοᾷ διαστείβων (bis) fr. 221.
    d each

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον P. 9.116

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω φάος fr. 109. 1. τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι (Mingarelli: ἄν τις τύχῃ codd.) N. 4.91—2. B adj.,
    a a, any

    ὅταν τις βροτήσιος ἀνὴρ αὐτὸν ἀνάγῃ P. 5.2

    ὦναξ, ἑκόντι δ' εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν ἀμφ ἕκαστον ὅσα νέομαι P. 8.68

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.50

    add. neg.,

    πέποιθα δὲ ξένον μή τιν' δαιδαλωσέμεν O. 1.104

    πεῖρας οὔ τι θανάτου O. 2.31

    τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν N. 6.25

    ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4.*
    b some, some sort of

    Μοῖρ' ἐπί τι καὶ πῆμ ἄγει O. 2.37

    αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ O. 6.60

    δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82

    ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος O. 7.45

    εἶπέ τιν' αὐτὸς ὁρᾶν γαῖαν O. 7.62

    τεθμὸς δέ τις ἀθανάτων O. 8.25

    ἔστιν δὲ καί τι θανόντεσσιν μέρος O. 8.77

    σύν τινι μοιριδίῳ παλάμᾳ O. 9.25

    στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ( τινες coni. Sheppard) P. 2.90 μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    καί τινα οἶμον ἴσαμι βραχύν P. 4.247

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν P. 11.39

    σπεῖρέ νυν ἀγλαίαν τινὰ νάσῳ (= ἀγλαίας τι, Radt) N. 1.13

    ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.6

    παθόντες πού τι φιλόξενον ἔργον (cf. C. b.) I. 2.24

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

    ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας Pae. 9.9

    πολέμοιο δὲ σᾶμα φέρεις τινός; Pae. 9.13

    ἐκράνθην ὑπὸ δαιμονίῳ τινὶ ( δείματι e. g. supp. Wil.) Πα.. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι fr. 203. 1.

    εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος O. 6.16

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    [ τις = quidam, cannot be shown to be a valid meaning in Pindar: it is a possibility in the following places, O. 6.82, O. 7.45, O. 9.25, P. 2.90, P. 4.247, N. 9.6, fr. 203. 1, v. supra.]
    c

    εἴ τις εἰ δὲ δή τιν' ἄνδρα ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλειP. 4.145

    εἰ δὲ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.63

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ατληκηκοτας προστύχῃ fr. 42. 5.

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    c. gen., κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4, cf. C. a. C adv., τι
    a c. εἰ, εἴπερ, in any way

    εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.18

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75

    εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν P. 1.90

    εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον N. 7.75

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    b c. που, somehow or other

    καί πού τι καὶ βροτῶν φάτις O. 1.28

    οὔ τί που οὗτος ἈπόλλωνP. 4.87, cf. I. 2.24
    c qualifying vb., somehow

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις N. 6.4

    νέᾳ δ' εὐπραγίᾳ χαίρω τι· τὸ δ ἄχνυμαι to some degree P. 7.18 [ τί οἱ (codd. contra metr.: τῷ Mingarelli.) N. 10.15] D fragg. ]ει τις ἄτερθεν[ Πα. 13. b. 13. ]ιν τοία τις εμ[ Πα. 13. c. 1. τί κέ τις εσχ[ Δ. 4. b. 11. ]και τι πατ[ Θρ. 5. b. 5. ἦν γὰρ τι παλαίφατον[ fr. 140a. 69 (43).

    Lexicon to Pindar > τις

  • 2 εὐδία

    εὐδία (-ίᾳ, -ίαν; -ίαις.) cf. εὐαμερία,
    1 good weather, met., tranquillity pl., days of calm

    ὁ νικῶν δὲ ἔχει μελιτόεσσαν εὐδίαν O. 1.98

    Κάστορος, εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν καταιθύσσει μάκαιραν ἑστίαν P. 5.10

    ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.38

    τὸ δ' εὐβουλίᾳ τε καὶ αἰδοῖ ἐγκείμενον αἰεἰ θάλλει μαλακαῖς ε[ὐ]δίαι[ς Pae. 2.52

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς fr. 109. 1.

    Lexicon to Pindar > εὐδία

  • 3 ἐν

    ἐν (in crasis
    1

    κἀν I. 4.25

    , I. 6.59 coni., but

    καὶ ἐν P. 9.40

    : repeated 13 times O. 2.43, O. 6.55, I. 5.30 etc.: follows noun governed 7 times O. 13.44, P. 9.69, Παρθ. 2. 7, etc.: governs only the second of two nouns P. 4.130, O. 7.12:

    ἐνί P. 6.18

    , Θρ. 7. 3, fr. 163: joined with

    ἐπὶ N. 5.2

    ,

    παρά N. 9.34

    ) A prep. c. dat.
    1 of time.
    a of point of time, in, at, on δεῖ σάμερον

    ἐλθεῖν ἐν ὥρᾳ O. 6.28

    κυρίῳ δ' ἐν μηνὶ πέμποισ ἀμφιπόλους O. 6.32

    νῦν ἐν καὶ τελευτᾷ O. 7.26

    [ κἀν (Mosch.: ἐν καὶ codd. vulgo: καὶ cod. unus) P. 1.35] ἀλλ' ἐν ἕκτᾳ (sc. ἁμέρᾳ) P. 4.132

    τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι ἵκεο Δωρίδα νᾶσον Αἴγιναν N. 3.2

    νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ I. 1.37

    τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει I. 4.65

    ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν λύοι κεν χαλινὸν ὑφ' ἥρωι παρθενίαςI. 8.44

    ἐν ζαθέῳ με δέξαι χρόνῳ Pae. 6.5

    ἀγῶνα Λοξίᾳ καταβάντεὐρὺν ἐν θεῶν ξενίᾳ Pae. 6.61

    τῷδ' ἐν ἄματι τερπνῷ Pae. 15.1

    Ψμέναιον, ὃν ἐν γάμοισι χροιζόμενον [Μοῖρα] σύμπρωτον λάβεν (Welcker: ἐργάμοισι cod.) Θρ. 3.. ἦν διακρῖναι ἰδόντ' λτ;οὐγτ; πολλὸς ἐν καιρῷ χρόνος” fr. 168. 6.
    b during, within, in the course of

    ἐν ἁμέρᾳ O. 1.6

    ἐν παντὶ χρόνῳ O. 6.36

    ἐν χειμερίᾳ νυκτὶ O. 6.100

    ἐν δὲ μιᾷ μοίρᾳ χρόνου O. 7.94

    ἐν μικρῷ χρόνῳ O. 12.12

    ἐν ὄρφναῖσι P. 1.23

    ἐν δ' αὖτε χρόνῳ P. 3.96

    ἐν δαιτὸς δὲ μοίρᾳ P. 4.127

    ἀθρόαις πέντε νύκτεσσιν ἔν θ' ἁμέραις P. 4.130

    [ ἐνχρόνῳ (Chaeris: ἄν codd.) P.4. 258]

    ἐν δὲ χρόνῳ P. 4.291

    , P. 8.15

    ἐν δ' ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται P. 8.92

    τέκε ἐν μόναις ὠδῖσιν Ἀλκμήνα διδύμων κρατησίμαχον σθένος υἱῶν P. 9.85

    ἕποιτο μοῖρα καὶ ὑστέραισιν ἐν ἁμέραις P. 10.18

    ἐν περισθενεῖ μαλαχθεὶς παγκρατίου στόλῳ N. 3.16

    ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.70

    ἀπάλαιστος ἐν λόγῳ ἕλκειν N. 4.94

    ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ N. 7.52

    ἦ τιν' ἄγλωσσον μὲν ἦτορ δ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει (Hermann e Σ: κατέχει τε, κατέχειν codd.) N. 8.25 ἐν πολυφθόροις ἁμέραις (Boeckh: πολυφθόροις ἐν codd.) N. 8.31 χαίρω δὲ πρόσφορον ἐν μὲν ἔργῳ κόμπον ἱείς N.8.49. codd.) ἐν πολέμῳ N. 9.36. ἐν ἁλικίᾳ πρώτᾳ N.9.42. ἐν τελεταῖς δὶς Ἀθαναίων

    μιν ὀμφαὶ κώμασαν N. 10.34

    φθιμένου Κάστορος ἐν πολέμῳ N. 10.59

    παῦροι δ' ἐν πόνῳ πιστοὶ βροτῶν καμάτου μεταλαμβάνεινN. 10.78

    ἐν δὲ χειμῶνι πλέων I. 2.42

    ἀλλ' ἁμέρᾳ γὰρ ἐν μιᾷ I. 4.16

    ὀψίᾳ ἐν νυκτὶ I. 4.36

    τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ I. 4.47

    καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ (bis) I. 5.48—9. “Αἴαντα, λαῶν ἐν πόνοις ἔκπαγλον ἘνυαλίουI. 6.54 ἐν χρόνῳ δ' ἔγεντ Ἀπόλλων fr. 33b = fr. 147 Schr.

    ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ κλεπτόμενον Pae. 9.3

    ]βαρβιτίξαι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ[ fr. 124d. ἐν δείπνοισι Λυδῶν ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πακτίδος fr. 125. 2. μηδ' ἀμαύρου τέρψιν ἐν βίῳ fr. 126. 1. ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν fr. 131b. 3. πενταετηρὶς ἑορτὰ ἐν ᾆ πρῶτον εὐνάσθην fr. 193.
    c in the space of

    πολλῶν πείρατα συντανύσαις ἐν βραχεῖ P. 1.82

    βάματι δ' ἐν πρώτῳ κιχὼν παῖδ P. 3.43

    τὸν Ἀργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις (Heyne: που κἐν, πα κ' ἐν codd.) I. 6.59
    2 of place.
    a ἐν Πέλοπος ἀποικίᾳ. O. 1.24

    ἐν βάσσαις Κρονίου Πέλοπος O. 3.23

    ἐν Πίσᾳ O. 6.5

    ἐν Ὀλυμπίᾳ O. 6.26

    ἐν Ὀλυμπιάδι O. 10.16

    ἐν Πίσᾳ O. 10.43

    ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις P. 9.101

    ἐν δὲ Πυθῶνι O. 2.39

    ἐν Δελφοῖσιν O. 13.43

    Πυθιάδος δ' ἐν δρόμῳ P. 1.32

    ἐν δ' ἄρα μηλοδόκῳ Πυθῶνι P. 3.27

    ἐν πολυχρύσῳ Ἀπολλωνίᾳ τετείχισται νάπᾳ P. 6.8

    Κρισαίαις ἐνὶ πτυχαῖς P. 6.18

    Πυθῶνος ἐν γυάλοις P. 8.63

    ἐν Πυθιάδι P. 8.84

    ἐν Πυθῶνι ἀγαθέᾳ P. 9.71

    ἀγῶνί τε Κίρρας, ἐν τῷ Θρασυδᾷος ἔμνασεν P. 11.13

    ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα νικῶν P. 11.15

    Καφισίδος ἐν τεμένει P. 12.27

    ἐν Πυθίοισί τε νικᾶν N. 2.9

    ἐν ἀγαθέᾳ Πυθῶνι N. 6.34

    ἐν Πυθίοισι δὲ δαπέδοις κεῖται N. 7.34

    ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων N. 11.23

    ἐν Κρίσᾳ I. 2.18

    χόρτοις ἐν λέοντος O. 13.44

    Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει N. 2.5

    ἐν Νεμέᾳ N. 2.23

    ἐν βαθυπεδίῳ Νεμέᾳ N. 3.18

    κοίλᾳ λέοντος ἐν βαθυστέρνου νάπᾳ I. 3.12

    ἐν Νεμέᾳ I. 6.3

    θηρός, ὃν πάμπρωτον ἀέθλων κτεῖνά ποτἐν ΝεμέᾳI. 6.48

    κλεινᾷ τἐν Ἰσθμῷ O. 7.81

    ἐν Κορίνθου πύλαις O. 9.86

    ἐν Ἰσθμιάδεσσιν O. 13.33

    ἐν δἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν O. 13.40

    ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς N. 2.21

    Ὀρσοτριαίνα ἐν ἀγῶνι βαρυκτύπου N. 4.87

    ἐν ἀμφικτιόνων ταυροφόνῳ τριετηρίδι N. 6.39

    τρὶς μὲν' ἐν πόντοιο πύλαισι λαχών N. 10.27

    Κορίνθου τἐν μυχοῖς N. 10.42

    ἐν βάσσαισιν Ἰσθμοῦ I. 3.11

    ἐν Ἰσθμῷ διπλόα θάλλοισἀρετά I. 5.17

    cf. ( Κόρινθον)

    ἐν τᾷ γὰρ Εὐνομία ναίει O. 13.6

    ἐν ἄστει Πειράνας O. 13.61

    ἐν Θήβαισι O. 6.16

    τά τἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις O. 7.84

    ἐν Θήβαις O. 13.107

    ἐν ἑπταπύλοις Θήβαις P. 3.90

    , P. 8.39 ἐν Κάδμου πύλαιςP. 8.47

    Θήβαις τ' ἐν ἑπταπύλοις N. 4.19

    ἐν Θήβαις N. 10.8

    ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνείδαι κρατεροί, ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει, Περσεὺς δ' ἐν Ἄργει I. 5.30

    —3.

    ἐν ἑπταπύλοισι Θήβαις I. 8.16

    ἐ]ν ἑπταπύλοισι —[ (sc. Θήβαις) fr. 169. 47.

    κρανααῖς ἐν Ἀθάναις O. 7.82

    ἐν Ἀθάναις O. 9.88

    κρανααῖς ἐν Ἀθάναισι O. 13.38

    , N. 8.11

    ταῖς λιπαραῖς ἐν Ἀθάναις I. 2.20

    ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν ἔν τ' Ἀδραστείοις ἀέθλοις (Boeckh: κεἰν, κἠν codd.) I. 4.25 ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε fr. 75. 4.

    ἐν Σικελίᾳ O. 1.12

    ἐν Ἄργει O. 7.83

    ἐν Μεγάροισιν O. 7.86

    ἐν Μαραθῶνι O. 9.89

    ἐν Σπάρτᾳ P. 1.77

    ἐν Φθίᾳ P. 3.101

    ἐν δὲ ΝάξῳP. 4.88

    Λακεδαίμονι ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ P. 5.70

    ἐν Μεγάροις (ἐν secl. byz.) P. 8.78

    ἐν Ἄργει P. 9.112

    τῶν δἐν Ἑλλάδι τερπνῶν P. 10.19

    κλυταῖς ἐν Ἀμύκλαις P. 11.32

    ἄειδ' ἐν Παλίῳ (Pauw: ἀείδει Παλίῳ codd.) N. 5.22

    ἐν Τροίᾳ N. 2.14

    ποντίᾳ ἔν ποτε Κύπρῳ N. 8.18

    ἐν Κέῳ ἀμφιρύτᾳ I. 1.8

    ἐν Φυλάκᾳ I. 1.59

    ἀλλ' ἐν Οἰνώνᾳ I. 5.34

    ἐν Ἐπιδαύρῳ I. 8.68

    ]ν ἐν Ἄργει μεγάλῳ[ Δ. 1.. ἐν Ἀρίμοις ποτέ fr. 93. ἐν ἀιόνεσσιν Ὀγχη[στοῦ ] ἔν τε Πίσᾳ Παρθ. 2.. ἐν δ' ἄρα καὶ Τενέδῳ fr. 123. 13.

    Μαιναλίαισιν ἐν δειραῖς O. 9.59

    ἐν Παλίου σφυροῖς P. 2.45

    Διὸς ἐν Ἄμμωνος θεμέθλοιςP. 4.16 Τριτωνίδος ἐν προχοαῖς λίμναςP. 4.20

    Ἄπολλον, τεᾷ, Καρνήἰ, ἐν δαιτὶ P. 5.80

    ἐν μυχοῖσι Πιερίδων P. 6.49

    μυχῷ τ' ἐν Μαραθῶνος P. 8.79

    Πίνδου κλεεναῖς ἐν πτυχαῖς P. 9.15

    Αἰγίνᾳ τε γὰρ Νίσου τἐν λόφῳ P. 9.91

    τελεταῖς ὡρίαις ἐν Παλλάδος P. 9.98

    ἐν πεδίῳ Φλέγρας N. 1.67

    Νίσου τ' ἐν εὐαγκεῖ λόφῳ N. 5.46

    ἐν γυάλοις Θεράπνας N. 10.56

    ζαθεᾶς Πάρου ἐν γυάλοις fr. 140a. 63 (37). ἐν Κόλχων δόμοις fr. 172. 7.

    ἐν δρόμοισι O. 1.21

    ἐν δρόμοις O. 1.94

    ἐν ἀέθλοις ἐν μάχαις τε O. 2.43

    —4.

    Αἶαν, τεόν τἐν δαιτί, Ἰλιάδα, νικῶν ἐπεστεφάνωσε βωμόν O. 9.112

    ἱεροῖς ἐν ἀέθλοις O. 13.15

    νικαφόροις ἐν ἀέθλοις καὶ θοαῖς ἐν μάχαις P. 8.26

    ἔν τ' ἀέθλοισιν ἀριστεύων N. 11.14

    ἔν τ' ἀέθλοισι I. 1.18

    ἔν τε γυμνοῖσι σταδίοις ἔν τ' ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις I. 1.23

    ὠκυδινάτοις ἐν ἁμίλλαισι I. 5.6

    ἔν τ' ἀγωνίοις ἀέθλοισι I. 5.7

    ]ἐν δαιτί τε πα[ Πα. 13a. 21.

    ἐν οἴκῳ O. 6.48

    μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις P. 2.33

    ἐν θαλάμῳ P. 3.11

    τείχει ἐν ξυλίνῳ P. 3.38

    ἐν λέχεσινP. 4.51 πολυχρύσῳ ποτ' ἐν δώματιP. 4.53 ἄλλοις ἐν τείχεσιν” P.4.268. “ ἐν δώμασιP. 4.113

    θαλάμῳ δὲ μίγεν ἐν πολυχρύσῳ Λιβύας P. 9.69

    ἐν μεγάρῳ N. 1.31

    Φιλύρας ἐν δόμοις N. 3.43

    ἐν λέκτροις Ἀκάστου N. 5.30

    Ἀμφιτρύωνος ἐν θυρέτροις I. 7.6

    ἐν μεγάροις Δ. 2.. ἐν τᾷδε Διὸς ἀρχᾷ O. 2.58

    ἐν Οὐλύμπῳ O. 13.92

    ἐν οὐρανῷ O. 14.10

    ἐν αἰνᾷ Ταρτάρῳ P. 1.15

    χρυσέαις ἐν ἕδραις P. 3.94

    δώμασιν ἐν χρυσέοιςP. 9.56

    ὀλβίοις ἐν δώμασι N. 1.71

    οὐρανοῦ ἐν χρυσέοις δόμοισινN. 10.88 ἐν Ὀλύμπῳ fr. 33c. 5.

    ἐν καὶ θαλάσσᾳ O. 2.28

    ἐν πελάγει O. 7.56

    ἁλμυροῖς δ' ἐν βένθεσιν O. 7.57

    ἐν πόντῳ ἐν χέρσῳ τε O. 12.3

    —4. “ ἐν θαλάσσᾳ καὶ ποταμοῖςP. 9.47

    ἐν χέρσῳ N. 1.62

    ἐν πελάγει N. 3.23

    ἐν δΕὐξείνῳ πελάγει N. 4.49

    ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ N. 9.43

    ἐν πόντῳ I. 5.5

    ἐν πεδίῳ I. 8.54

    ἐν πόντῳ I. 9.7

    πελάγει δ' ἐν πολυχρύσοιο πλούτου fr. 124. 6. ἀκύμονος ἐν πόντου πελάγει fr. 140b. 16. ἐν πόντῳ P. Oxy. 2622. 13 ad ?fr. 346.

    ἐν ναυσὶ κοίλαις O. 6.10

    ἐν Μοισᾶν δίφρῳ O. 9.81

    ἐν ναυσὶν P. 3.68

    ἐπὶ πάσας ὁλκάδος ἔν τ' ἀκάτῳ N. 5.2

    ἐν ναυσὶν I. 6.30

    κελεύθῳ τἐν καθαρᾷ O. 6.23

    ἀλλἔν κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τἐν ἀπειρίτῳ (v. κρύπτω) O. 6.55

    πτολιπόρθοις ἐν μάχαις O. 8.35

    οὐλίῳ ἐν Ἄρει O. 9.76

    ταύτᾳ δἐν πρωτογόνῳ τελετᾷ O. 10.51

    ἐν ἅπαντι κράτει O. 10.82

    ἐν ἀλκᾷ O. 13.55

    οἵαις ἐν πολέμοισι μάχαις P. 1.47

    Ἰξίονα ἐν πτερόεντι τροχῷ παντᾷ κυλινδόμενον P. 2.22

    χρυσὸς ἐν χερσὶν φανεὶς P. 3.55

    ἐν ὄρει P. 3.90

    ἐν πολέμῳ P. 3.101

    ἐν ἀργεννόεντι μαστῷ P. 4.8

    ἐν ἀγορᾷ P. 4.85

    ἐν πρύμνᾳ P. 4.194

    ἐν μέσσοις P. 4.224

    ἐν ἀλλοδαπαῖς ἀρούραις P. 4.254

    πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει καὶ νόος ὀρθός P. 10.67

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ N. 1.25

    παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ' ἐν μάχαις N. 9.34 δρυὸς ἐν στελέχει ἡμένους i. e. inside N. 10.61

    καὶ ξενίου Διὸς ἀσκεῖται θέμις αἰενάοις ἐν τραπέζαις N. 11.8

    πατρίδι ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν παῖδα I. 1.12

    πατρωίαις ἐν ἀρούραις Pae. 6.106

    λτ;ἐνγτ; [τεμέ]νει φίλῳ (supp. Zenodot)

    Πα.. 12. χρηστήριον[ ] ἐν ᾧ Τήνερον ἔτεκεν Pae. 9.41

    ἐρατειναῖς ἐν εὐναῖς (add. Boeckh: ἐν om. codd.) fr. 122. 7. φοινικορόδοις δ' ἐνὶ λειμώνεσσι (coni. Boeckh: ἐν cod.) Θρ.. 3. ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες fr. 210.
    b at, before met.,

    τὸ δ' ἐν ποσί μοι τράχον ἴτω τεὸν χρέος P. 8.32

    μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι πιστόν (τουτέστι θεωρῆσαι Σ.) N. 8.43
    3 in, contained in, surrounded by
    a of clothing, simm.

    χαλκέοισι δ' ἐν ἔντεσι νικῶν δρόμον O. 4.22

    ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων O. 6.8

    σπαργάνοις ἐν πορφυρέοιςP. 4.114

    Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις P. 10.13

    ἐπεὶ ἐν χαλκέοις ὅπλοις Τηλεβόας ἔναρεν N. 10.14

    τὸν μὲν ἐν ῥίνῳ λέοντος στάντα I. 6.37

    cf. ὑφ' ἅρμασιν ἵππος, ἐν δ ἀρότρῳ βοῦς ( harnessed to) fr. 234. 2.
    b contained in

    μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος N. 10.6

    καρπὸς ἐλαίας ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις N. 10.36

    c of light and darkness.

    ἐν ὄρφνᾳ O. 1.71

    O. 13.70

    ἐν σκότῳ O. 1.83

    ἐν καθαρῷ O. 10.45

    φάει δὲ ἐν καθαρῷ P. 6.14

    σφόδρα δόξομεν δαίων ὑπέρτεροι ἐν φάει καταβαίνειν N. 4.38

    νεκρὸν ἵππον στυγέοισι λόγῳ κείμενον ἐν φάει, κρυφᾷ δὲ (Heyne: φασι codd.) fr. 203. 2. met.,

    ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται I. 7.27

    d met.,

    εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ' ἐν ἀμαχανίᾳ ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν πιαινόμενον P. 2.54

    ἔστι δ' ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον N.1.10.

    τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχε θέμεν μεγάλᾳ P. 4.75

    4 of feelings, thoughts.

    ἐν θυμῷ πιέσαις χόλον ὀξείᾳ μελέτᾳ O. 6.37

    ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος O. 10.63

    εὐανθεῖ δ' ἐν ὀργᾷ παρμένων P. 1.89

    αὐτὰν ἐν φρασὶ καιομέναν P. 4.219

    ὄφρα ἐν φρασὶ πάξαιθ, ὅπως σφίσι μὴ κοίρανος μόλοι N. 3.62

    a

    ζώει μὲν ἐν Ὀλυμπίοις O. 2.25

    Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται O. 2.78

    φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶ O. 4.26

    τερπνὸν δ' ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν O. 8.53

    τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα ἐπέθηκ; O. 13.20

    οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ' ἐν πεζομάχαισι P. 2.65

    ἐν ἀγαθοῖς P. 2.81

    ἐν ἀνθρώποισι P. 3.21

    σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι P. 3.107

    τρίταισιν δ' ἐν γοναῖςP. 4.143

    κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς P. 4.281

    —2.

    ἔν τε σοφοῖς πολίταις P. 4.295

    ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις P. 5.49

    θάρσος τε τανύπτερος ἐν ὄρνιξιν αἰετὸς ἔπλετο P. 5.112

    ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας P. 5.114

    καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς αἰδέοντP. 9.40 βαιὰ δ' ἐν μακροῖσι ποικίλλειν ἀκοὰ σοφοῖς P.9. 77.

    εἶπε δ' ἐν μέσσοις ἀπάγεσθαι P. 9.119

    θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις P. 10.58

    πέφνεν τε ματέρα θῆκέ τ' Αἴγισθον ἐν φοναῖς P. 11.37

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    ἐγὼ δ' Ἡρακλέος ἀντέχομαι προφρόνως ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις N. 1.34

    παλαιαῖσι δ' ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ, ὑπέραλλον αἰχμὰν ταμών N. 3.32

    ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι N. 3.72

    —3.

    ἔστι δαἰετὸς ὠκὺς ἐν ποτανοῖς N. 3.80

    ἐν δὲ μέσαις (sc. Μοίσαις)

    φόρμιγγ' Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων N. 5.23

    ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν N. 7.65

    ἀρετὰ ἐν σοφοῖς

    ἀνδρῶν ἀερθεῖσ' ἐν δικαίοις τε N. 8.41

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    Τυνδαρίδας δ' ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος I. 1.31

    γαρύσομαι τοῦδ' ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν I. 1.34

    ἄμμι δ' ἔοικε καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν, ἐν γναμπτοῖς δρόμοις ( when we talk of Farnell) I. 1.57

    Ἀοσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις I. 4.24

    αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι I. 5.59

    φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν ( ἀνδράσιν ἀεθληταῖσιν coni. Heyne) I. 6.72

    εἶπε δεὔβουλος ἐν μέσοισι Θέμις I. 8.31

    Ἄρτεμις ζεύξαισ' ἐν ὀργαῖς Βακχίαις φῦλον λεόντων α[ Δ. 2. 2. νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται fr. 105b. 1.

    νέφεσσι δ' ἐν χρυσέοις Ὀλύμποιο καὶ κορυφαῖσιν ἵζων Pae. 6.92

    b between

    οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ P. 1.27

    καταίνησάν τε κοινὸν γάμον γλυκὺν ἐν ἀλλάλοισι μεῖξαι P. 4.223

    ἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.94

    a

    ἐν δίκᾳ τε καὶ παρὰ δίκαν O. 2.16

    βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος O. 2.75

    ἐν δίκᾳ ( ἐνδίκας coni. Snell) O. 6.12

    τελεύταθεν δὲ λόγων κορυφαὶ ἐν ἀλαθείᾳ πετοῖσαι O. 7.69

    πόλιν Ψλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσε P. 1.62

    θέλοντι δὲ αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ Δωριεῖς P. 1.64

    οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    σὲ δ' ἐν τούτῳ λόγῳ χρησμὸς ὤρθωσεν P. 4.59

    τᾶν ἐν δυνατῷ φιλοτάτωνP. 4.92

    σὲ δ' ἐρχόμενον ἐν δίκᾳ P. 5.14

    τό γ' ἐν ξυνῷ πεποναμένον εὗ μὴ κρυπτέτω i. e. in the common good P. 9.93

    θεόθεν ἐραίμαν καλῶν δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ P. 11.51

    αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον N. 5.14

    ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων N. 6.15

    τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ (cf. P. 2.43) N. 10.28

    ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ I. 2.38

    ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν κέντρον fr. 124. 2. cf. ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς (in a public position) O. 13.49
    b in of musical terms. Λύδῳ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ' ἀείδων ἔμολον (ἐν ante τρόπῳ del. Schr. metri causa) O. 14.17—8.

    ἐν Αἰολίδεσσι χορδαῖς P. 2.69

    πόμ' ἀοίδιμον Αἰολίσσιν ἐν πνοαῖσιν αὐλῶν ( ἐμπνοαῖσιν coni. Turyn) N. 3.79 esp. to the accompaniment of, amidst

    ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς O. 5.19

    κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς O. 6.7

    ἄλλοτε δ' ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ ἐν ἔντεσιν αὐλῶν O. 7.12

    τὸν ( Ἀρκεσίλαν)

    ἐν ἀοιδᾷ νέων πρέπει χρυσάορα Φοῖβον ἀπύειν P. 5.104

    κλέονται δ' ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς μυρίον χρόνον I. 5.27

    ἔν δ' ἐρατεινῷ μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ ἀγαπάζοντι I. 5.54

    ]

    ἀοιδαῖς ἐν εὐπλε[κεσσι Pae. 3.12

    λτ;ἐν ἀοιδᾷ> supp. Snell e Σ pap. Pae. 14.20
    7 instrumental in, with, by means of

    τετραορίας ἐλελίχθονος, εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων P. 2.5

    καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον ἐν Ἄρει P. 5.85

    τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι (ἐν om. codd.: supp. Tricl.) P. 11.46

    ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις ἔρνεσιν N. 11.28

    κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν N. 8.26

    esp. with

    χείρ. οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ O. 2.63

    ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους P. 2.8

    ἐν χερὶ δ' Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον N. 1.52

    ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών N. 11.17

    χερσίν τ' ἐν μαλακαῖσιν ὅρπακ ἀγλαὸν δάφνας ὀχέοισα Παρθ. 2. 7.
    8 upon, into following verbs of movement.

    ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον O. 8.68

    ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ O. 13.16

    ὠπυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν P. 1.74

    ἐν δ' ἀφύκτοισι γυιοπέδαις πεσὼν P. 2.41

    καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν (om. codd.: supp. Mosch.) P. 3.64 ἐν τᾷδ' ἄφθιτον νάσῳ κέχυται Λιβύας σπέρμα” (cf. I. 1.4) P. 4.42

    ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ μαινάδ' ὄρνιν P. 4.215

    τιθεῖς ὕβριν ἐν ἄντλῳ P. 8.12

    νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισιP. 9.63 ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ' ἀγῶνος ( πρὸς coni. Boeckh) P. 9.114

    Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων N. 5.42

    [ πέσε δ' ἀδόκητον ἐν καὶ δοκέοντι (coni. Fennel, Lobel: δοκέοντα codd.) N. 7.31]

    ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροὶ ἕλκεα ῥῆξαν N. 8.28

    ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν N. 10.70

    χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας I. 2.26

    ἐν ὕπνῳ γὰρ πέσεν (sc. φάμα παλαιά) I. 4.23

    μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων I. 8.6

    ἐπεὶ δ' ἄλκιμον νέκυν ἐν τάφῳ πολυστόνῳ θέντο Πηλείδαν Pae. 6.99

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς fr. 109. 1. ἀλλαλοφόνους ἐπάξαντο λόγχας ἐνὶ σφίσιν αὐτοῖς fr. 163. φά[τναις] ἐν λιθίναις βαλ[ fr. 169. 21, cf. N. 3.62
    9 in respect of [ ἐν ἄλλοισι δ' ἄλλοι μεγάλοι (ἐν om. codd., add. V: ἐπ byz.) O. 1.113]

    ἕπεται δ' ἐν ἑκάστῳ μέτρον O. 13.47

    ἐν ἡρωίαις ἀρεταῖσιν οὐ ψεύσομ

    ἀμφὶ Κορίνθῳ O. 13.51

    , cf. I. 1.57 γόνον τέ οἱ φέρτατον ἀτίταλλεν ἐν ἁρμένοισι πᾶσι θυμὸν αὔξων (om. codd.: supp. Er. Schmid) N. 3.58

    μή μοι κραναὰ νεμεσάσαι Δᾶλος, ἐν ᾇ κέχυμαι I. 1.4

    ἐν ἔργμασιν δὲ νικᾷ τύχα, οὐ σθένος fr. 38.

    ἀγλαίζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ O. 1.15

    10 = σύν, with the aid of ἐν τίν κ' ἐθέλοι, Γίγαντας ὁς ἐδάμασας, εὐτυχῶς ναίειν (σὺν σοί. Σ.) N. 7.90
    11 in the hands of, in the power of

    ἔλπομαι μέν, ἐν θεῷ γε μὰν τέλος O. 13.104

    ἐν δ' ἀγαθοῖσι κεῖται πατρώιαι κεδναὶ πολίων κυβερνάσιες P. 10.71

    πὰν δὲ τέλος ἐν τὶν ἔργων N. 10.30

    12 dub. ex. οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, καὶ λιθίνοις ὁπότ' ἐν δίσκοις ἵεν (ἐν add. metr. causa Hermann, edd. vulgo: ὁπότε codd.: ὁπόταν Trypho ap. Eustath.: ποτ' ἀνὰ Ammonius: v. ἐνίμηι) I. 1.25 [ νῦν αὖτ' ἐν Ἰσθμοῦ δεσπότᾳ (codd.: ἐν del. Hermann) I. 6.5]
    13 frag. ] εν ὀρθῷ δρόμῳ fr. 1a. 5.] ἐν χρ[ Πα. 13a. 25. ]ἐν κλ[ Πα. 13e. 4. ] ἐν δασκίοισιν πατήρ fr. 177e.
    a there

    ἐν δὲ φίλων παρεόντων θῆκέ μιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς O. 7.5

    ἐν δὲ Μοῖσ' ἁδύπνοος ἐν δ Ἄρης ἀνθεῖ O. 13.22

    b too, besides

    Μοῖσά τοι κολλᾷ χρυσόν, ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾶ N. 7.78

    ἐν δὲ μηνὸς πρῶτον τύχεν ἇμαρ (contra Radt, “Präposition in tmesi mit τύχεν”) Πα. 2.. σεμνᾷ μὲν κατάρχει Ματέρι πὰρ μεγάλᾳ ῥόμβοι τυπάνων, ἐν δὲ κέχλαδεν ἐν δὲ ἐν δ' Δ. 2. 10—5. C ἐν prep. c. acc. v. ἐς B.
    ------------------------------------

    Lexicon to Pindar > ἐν

  • 4 ἀστός

    ἀστός (-ός, -όν; -οί, -ῶν, -οῖς)
    1 (fellow)citizen ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν the people of Kamarina O. 5.14

    ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς O. 6.7

    δίδοι τέ οἱ αἰδοίαν χάριν καὶ ποτ' ἀστῶν καὶ ποτὶ ξείνων O. 7.90

    οἶκον ἥμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα O. 13.2

    ἀστοῖς καὶ βασιλεῦσιν P. 1.68

    ἀστῶν δ' ἀκοὰ κρύφιον θυμὸν βαρύνει P. 1.84

    ἀδύνατα δ' ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν P. 2.82

    βασιλεύς, πραὺς ἀστοῖς P. 3.71

    ξεῖνος αἴτ' ὦν ἀστός P. 4.78

    ἀπαθὴς δ' αὐτὸς πρὸς ἀστῶν sc. Arkesilas P. 4.297 πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἐρεχθέος ἀστῶν i. e. of the Athenians P. 7.10

    οὕνεκεν εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ κρυπτέτω P. 9.93

    πόλιός θ' ὑπὲρ φίλας ἀστῶν θ ὑπὲρ τῶνδ the Aiginetans N. 8.14 ἐγὼ δ' ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαι (sc. εὔχομαι) N. 8.38

    ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών N. 11.17

    αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν I. 2.37

    ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι I. 3.3

    δαῖτα πορσύνοντες ἀστοὶ καὶ νεόδματα στεφανώματα βωμῶν I. 4.61

    ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων (transp. Hartung: αὔξων ἀστῶν codd.) I. 7.29

    λ]αὸν ἀστῶν Pae. 2.48

    ]ἀστοῖσι τε[ Pae. 10.13

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς fr. 109. 1.

    Lexicon to Pindar > ἀστός

  • 5 τίθημι

    τῐθημι (τιθεῖς, -ησι; τιθείς: τιθέμεν: fut. θήσω, -εις; θησέμεν: impf. τίθεν: aor. ἔθηκας, ( θηκεν), θέσαν, θέν coni.: med. fut. θήσομαι, -ονται: aor. θέτο, (θεντο; θέμενος, -οι, -αν, -αι; θηκάμενος, -οι; θέσθαι: pass. τιθεμένων.)
    1 lay, place
    a

    τρία ἔργα ποδαρκὴς ἁμέρα θῆκε κάλλιστ' ἀμφὶ κόμαις O. 13.39

    ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν P. 3.38

    med., χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλωνα θρόνους (sc. αἱ Μοῖραι) O. 14.10

    ἐπεὶ δ' ἄλκιμον νέκυν ἐν τάφῳ πολυστόνῳ θέντο Πηλείδαν Pae. 6.99

    [ταὶ δ ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς (Bergk: θα- vel θηκάμεναι, θησάμενοι codd.: κατθηκάμενοι Mosch.) P. 9.62]
    b med., put upon oneself, assume φαιδίμαν ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενοςP. 4.29 met., “ κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοιP. 4.113 ἀλλ' ὅ γε Μέλαμπος οὐκ ἤθελεν λιπὼν πατρίδα μοναρχεῖν Ἄργει θέμενος οἰωνοπόλον γέρας ( ἀποθέμενος interpr. Schr.) Pae. 4.30
    2 lay, place, establish in various senses.
    a act. & med., build, fashion δόμον ἔθεντο πρῶτον i. e. for themselves O. 9.44

    κελήσατό μιν θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ O. 13.82

    ( νεφέλα)

    ἅντε δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι P. 2.39

    εἰ δέ τοι μάτρῳ μ' ἔτι Καλλικλεῖ κελεύεις στάλαν θέμεν N. 4.80

    ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; (Barnes: θήσει codd. Dion. Hal.: sc. ἀκτὶς ἀελίου) Pae. 9.19
    b act. & med., establish, found festivals, simm., πενταετηρίδ' θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ (sc. Ἡρακλέης) O. 3.22 Ζηνὸς ἐπ' ἀκροτάτῳ βωμῷ χρηστήριον θέσθαι (sc. Ἴαμον) κέλευσεν i. e. for himself and his descendants. O. 6.70

    ἱππίων ἀέθλων κορυφάν, ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ' Ἀσωποῦ ῥεέθροις N. 9.9

    τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228.
    c establish, set up as a prize ( χαλκὸν) ὅν τε Κλείτωρ καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει (ed. Morel.: ἔθηκεν codd.) N. 10.48
    d met., establish, instil (in the mind)

    εἰ δὲ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.65

    cf. P. 1.40
    e lay met. τιθεῖς ὕβριν ἐν ἄντλῳ (sc. Ἡσυχία) P. 8.11

    ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα θῆκέ τ' Αἴγισθον ἐν φοναῖς P. 11.37

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω ( καταθεὶς v. l.) fr. 109.
    3 make
    a act. & med., perform

    σεμνὰν θυσίαν θέμενοι O. 7.42

    Ζεὺς ἄμπαλον μέλλεν θέμεν O. 7.61

    καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεν O. 2.99

    b med., make for oneself, undertake εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ νέμεσιν διχόβουλον μὴ θέμεν (sc. Δία) O. 8.86 ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών having made himself a now O. 10.63

    καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ O. 13.53

    c c. abstract subs. in periphrasis τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν (= σπουδάζειν) P. 4.276 Ὀρτυγία, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων (= αἰνεῖν) N. 1.5
    d act. & med., c. pr. adj., subs. ἄφθιτον θέν νιν (Mommsen: θέσαν αὐτόν codd.: θῆκαν Rauchenstein) O. 1.64

    ἀποίητον οὐδ' ἂν χρόνος δύναιτο θέμεν ἔργων τέλος O. 2.17

    ἀρχομένου δ' ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές O. 6.4

    θῆκέ μιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς O. 7.6

    ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ θῆκεν Ὀλυμπιονίκαν O. 8.18

    τὸ δὲ κύκλῳ πέδον ἔθηκε δόρπου λύσιν O. 10.47

    Ἰσθμοῖ τά τ' ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέῤ ἀθρ O. 13.98

    πάντα λόγον θέμενος σπουδαῖον making his every word earnest P. 4.132

    νιν θῆκε δέσποιναν χθονὸς P. 9.7

    ἔνθα νιν ἀρχέπολιν θήσειςP. 9.54 θήσονταί τέ νιν (“utrum recte iam vett. gramm. ad θῆσθαι rettulerint necne dubitare possis, quamquam θρέψουσι schol. 113,” Schr.) P. 9.63

    ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν ἀγὼν κρατησίποδα Φρικίαν P. 10.15

    ἔλπομαι δ' τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα P. 10.58

    λυγρόν τ' ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ ἔμπεδον δουλοσύναν τό τ ἀναγκαῖον λέχος P. 12.15

    παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν N. 1.59

    κιόνων ὕπερ Ἡρακλέος ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας μάρτυρας κλυτούς N. 3.22

    τό (sc. ῥῆμα)

    μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη N. 4.9

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.50

    Διομήδεα δ' ἄμ-

    βροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν N. 10.7

    οὐ γνώμᾳ διπλόαν θέτο βουλὰν N. 10.89

    μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον θήσομαι I. 1.3

    Ἰλίου δὲ θῆκεν ἄφαρ ὀψιτέραν ἅλωσιν (sc. Ἀπόλλων) Πα... λτ;τί δγτ; ἔθηκας ἀμάχανον ἰσχύν τ' ἀνδράσι καὶ σοφίας ὁδόν; (sc. ἀκτὶς ἀελίου) Pae. 9.3 in zeugma,

    ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν P. 1.40

    4 fragg. ]θέμεν Δ. 1. 12. θῆ]κε (supp. Snell) Δ... πεπρωμέναν θῆκε μοῖραν μετατραπεῖν (Bergk: ἔθηκε codd.) fr. 177a. Φερσεφόνᾳ ματρί τε χρυσοθρόνῳ θῆ[κεν ἀστ]οῖσιν τελευτὰν ( τέλος Σ unde τελετὰν coni. Lobel) P. Oxy. 2622, fr. 1, 5 ad ?fr. 346c.

    Lexicon to Pindar > τίθημι

  • 6 κοινός

    κοινός (-ῷ, -όν; -άν, -αί; -όν nom., acc.)
    1 common, mutual, shared of that which people have in common. κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον i. e. that are shared by Theron and Xenokrates O. 2.50 μὴ κρύπτε κοινὸν σπέρμ' ἀπὸ Καλλιάνακτος i. e. which his descendants, the Eratidai, have in common O. 7.92 ὁπᾷ τε κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν i. e. the hymn in which we join O. 10.11 εἰ χρεὼν τοῦθ' ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος this prayer in which we all share P. 3.2 καταίνησάν τε κοινὸν γάμον μεῖξαι i. e. to which both sides are agreed P. 4.222

    σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ' Ἀρκεσίλᾳ P. 5.102

    πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ εὔδοξον ἅρματι νίκαν P. 6.15

    κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν pr. N. 1.32

    Αἰακιδᾶν ἠύπυργον ἕδος, δίκᾳ ξεναρκέι κοινὸν φέγγος N. 4.12

    ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ' Ἀίδα pr. N. 7.30 μάτρωί θ' ὁμωνύμῳ δέδωκε κοινὸν θάλος i. e. to be shared between them I. 7.24 n. s. pro subs., the public interest, ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς as a private citizen on a mission of public interest Das private Fest beruft ihn dazu, die Ruhmestaten des ganzen Volkes zu besingen, Wil. O. 13.49 τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς fr. 109. 1. [dub., ὄλβιος ὅστις ἰδὼν ἐκεῖνα κοινὰ εἶσ' ὑπὸ χθόν (codd.: κεῖν' εἶσ Teuffel, edd.) fr. 137. 1.]

    Lexicon to Pindar > κοινός

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»